summaryrefslogtreecommitdiff
path: root/support/tlg2latex/test/2.txt
blob: ac060467c3b97d6cbeb8217cc1abc77cfe623141 (plain)
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
νῦν δὲ ἤδη ἀπολλυμένους ἐπιφανεὶς περισέσωκεν. Τὸ γὰρ
πονηρὸν καὶ ἑρπηστικὸν θηρίον γοητεῦον καταδουλοῦται καὶ
αἰκίζεται εἰσέτι νῦν τοὺς ἀνθρώπους, ἐμοὶ δοκεῖν, βαρβα‑ (5)
ρικῶς τιμωρούμενον, οἳ νεκροῖς τοὺς αἰχμαλώτους συνδεῖν
(5.) λέγονται σώμασιν, ἔστ’ ἂν αὐτοῖς καὶ συσσαπῶσιν. Ὁ γοῦν
πονηρὸς οὑτοσὶ τύραννος καὶ δράκων, οὓς ἂν οἷός τε εἴη ἐκ
γενετῆς σφετερίσασθαι, λίθοις καὶ ξύλοις καὶ ἀγάλμασιν
καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας
ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων (5)
(6.) συνέθαψεν αὐτούς, ἔστ’ ἂν καὶ συμφθαρῶσιν. Οὗ δὴ χάριν
(εἷς γὰρ ὁ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ
τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων) εἷς καὶ αὐτὸς
ἐπίκουρος καὶ βοηθὸς ἡμῖν ὁ κύριος, προμηνύων ἀρχῆθεν
προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρα‑ (5)